Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.11.1 | Hdt. 5.12.3 (English) | >>Hdt. 5.14.1 |
5.12.1
τελεωθέντων δὲ ἀμφοτέροισι , οὗτοι μὲν κατὰ τὰ εἵλοντο ἐτράποντο , Δαρεῖον δὲ συνήνεικε πρῆγμα τοιόνδε ἰδόμενον ἐπιθυμῆσαι ἐντείλασθαι Μεγαβάζῳ Παίονας ἑλόντα ἀνασπάστους ποιῆσαι ἐς τὴν Ἀσίην ἐκ τῆς Εὐρώπης . ἦν Πίγρης καὶ Μαντύης ἄνδρες Παίονες , οἳ ἐπείτε Δαρεῖος διέβη ἐς τὴν Ἀσίην , αὐτοὶ ἐθέλοντες Παιόνων τυραννεύειν ἀπικνέονται ἐς Σάρδις , ἅμα ἀγόμενοι ἀδελφεὴν μεγάλην τε καὶ εὐειδέα .
5.12.2 φυλάξαντες δὲ Δαρεῖον προκατιζόμενον ἐς τὸ προάστειον τὸ τῶν Λυδῶν ἐποίησαν τοιόνδε · σκευάσαντες τὴν ἀδελφεὴν ὡς εἶχον ἄριστα , ἐπʼ ὕδωρ ἔπεμπον ἄγγος ἐπὶ τῇ κεφαλῇ ἔχουσαν καὶ ἐκ τοῦ βραχίονος ἵππον ἐπέλκουσαν καὶ κλώθουσαν λίνον .
5.12.3 ὡς δὲ παρεξήιε ἡ γυνή , ἐπιμελὲς τῷ Δαρείῳ ἐγένετο · οὔτε γὰρ Περσικὰ ἦν οὔτε Λύδια τὰ ποιεύμενα ἐκ τῆς γυναικός , οὔτε πρὸς τῶν ἐκ τῆς Ἀσίης οὐδαμῶν . ἐπιμελὲς δὲ ὥς οἱ ἐγένετο , τῶν δορυφόρων τινὰς πέμπει κελεύων φυλάξαι ὅ τι χρήσεται τῷ ἵππῳ ἡ γυνή .
5.12.4 οἱ μὲν δὴ ὄπισθε εἵποντο · ἡ δὲ ἐπείτε ἀπίκετο ἐπὶ τὸν ποταμόν , ἦρσε τὸν ἵππον , ἄρσασα δὲ καὶ τὸ ἄγγος τοῦ ὕδατος ἐμπλησαμένη τὴν αὐτὴν ὁδὸν παρεξήιε , φέρουσα τὸ ὕδωρ ἐπὶ τῆς κεφαλῆς καὶ ἐπέλκουσα ἐκ τοῦ βραχίονος τὸν ἵππον καὶ στρέφουσα τὸν ἄτρακτον .
ch. 13
5.13.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.11.1 | Hdt. 5.12.3 (English) | >>Hdt. 5.14.1 |